Book 2
δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος· ἀπροϊδὴς δὲ
Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ
5
καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,
μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ
ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
10
ὡς δʼ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
15
τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσας
Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.
ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ
20
ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος,
ἁρμονίην δʼ ἀνέκοψεν. ἀερσιπότης δὲ Τυφωεὺς
οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
βροντὴν δʼ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ
καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ
25
ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου
αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.
καὶ ποδὸς ἀγκύλον ἴχνος ἄγων ὀφιώδεϊ ταρσῷ
30
ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος·
ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις
πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι·
καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
35
ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ
ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,
καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι