Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 19

 
τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων· 280
 
καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ
 
ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·
 
καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων
 
ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
 
καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου 285
 
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·
 
καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ
 
χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου
 
εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,
 
καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου, 290
 
καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·
 
Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη
 
εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων
 
ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
 
αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην, 295
 
ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·
 
Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,
 
ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,
 
καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,
 
χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ 300
 
Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.
 
καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·
 
οὔ σε Μάρων, Σειληνέ, Βιάζεται· εἰς σὲ δὲ ῥίψω
 
οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
 
δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου 305
 
ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.
 
εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,
 
σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,
 
εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις
 
ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις, 310
 
Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης·
 
ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης
 
ζῆλον ὑποκλέπτοντα καὶ ὲν ποταμοῖσι νοήσω.
 
ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·
 
ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ. 315
 
νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;
 
Σειληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,
 
αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·
 
ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme