Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 19

 
χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων, 160
 
οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλʼ ὅτι μοῦνον
 
εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης
 
ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου
 
θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·
 
καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς, 165
 
μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.
 
καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,
 
νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·
 
εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·
 
δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καί Διονύσῳ; 170
 
κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·
 
δέξό με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,
 
οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·
 
ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
 
ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης, 175
 
δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴου,
 
Σειληνὸς δὲ νέης πιέτω νέον ὄγκον ὀπώρης.
 
καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,
 
ὅττι χορὸν προβέβουλα φιλοκνίσοιο τραπέζης·
 
σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω 180
 
κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,
 
οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,
 
οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων
 
δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ
 
ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο 185
 
εἰμί, νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος·
 
οὐ Σπάρτης ναέτης, οὐ πένθιμον ἄνθος ἀείρω
 
σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.
 
σήμερον, εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
 
εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν, 190
 
Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,
 
κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων
 
ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·
 
ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
 
νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου 195
 
σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων
 
ἀρχόμενος κρητῆρος ἐμῆς μετʼ ἀέθλια νίκης.
 
ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,
 
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme