Book 19
γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσῃς
40
σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.
ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ
Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ·
ὦ γύναι, ἀγλαόδωρε μετά χρυσῆν Ἀφροδίτην,
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ·
ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,
ἄνθεσι μιτρωθεῖσα καὶ εὐαλδέσσι κορύμβοις·
στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.
οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·
50
ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ
Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,
καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·
βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
55
ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.
οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,
οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.
ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ
νηπενθὴς Διόνυσος ἀπειθέα θῆκεν ἀγῶνα·
60
καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας
διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν
Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·
διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·
65
Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ
ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.
ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,
70
πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπʼ αὐτῷ
Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.
ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος
φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δέ χαίτην
δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δέ πέπλους.
75
ἀρχόμενοι δʼ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ
ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς
ἄκρα περισφίγγοντες, ὅπως μήτʼ ὄρθιος εἴη,
μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.