Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 19

 
ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα.
 
ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ
 
κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,
 
δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ
 
οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·
 
ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης, 5
 
σὸν Στάφυλον, Διόνυσε, κατεύνασε χάλκεος ὕπνος,
 
σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.
 
δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν
 
Βάκχος ἐμὲ προλέλοιπε, πόσις δʼ ἐμὸς ἔμπεσε νούσῳ·
 
καὶ ξυνὴν μεθέπεσκον ἐπʼ ἀμφοτέροισιν ἀνίην, 10
 
καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.
 
ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης
 
δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα
 
εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.
 
ἐλπὶς ἐμοί, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην, 15
 
μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.
 
ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ
 
ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου
 
παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καἰ πίον ἄμφω
 
τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης· 20
 
καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην·
 
καί τινα μῦθον ἔειπε γυιὴ θελξίφρονι Βάκχῳ·
 
ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτʼ ἀνίη,
 
οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·
 
ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ 25
 
δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.
 
οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ
 
βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ
 
Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.
 
ἕσπομαι, ἢν ἐθέλῃς με, καἰ εἰς τεὸν οἶκον ἱκάνω· 30
 
εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δʼ ἐθελήσῃς,
 
κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,
 
χείλεσι δʼ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.
 
χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω
 
καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου. 35
 
βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας
 
καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν·
 
καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ
 
ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme