Book 18
χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν
240
ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν
ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν·
καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις
Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,
ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,
245
συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων
Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου·
καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη
ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·
τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν
250
κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ
ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων
λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·
ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων
σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένος οὐρῇ
255
εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.
τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,
καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης
ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,
λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,
260
νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ
τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.
ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,
καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν Ἐνυώ.
γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν
265
γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,
δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.
σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ
σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ
ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης
270
Ἰνδὸν ἀπεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοι·
Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.
γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς
τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,
φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν Ἐχίδνης,
275
ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης
μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης·
τὸν Κρόνος ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,
Αρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,