Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 18

 
οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου, 120
 
οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ
 
ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,
 
γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.
 
καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα
 
Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσεν ἐέρση· 125
 
ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,
 
οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·
 
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
 
ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
 
ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ 130
 
πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις
 
θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.
 
καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ
 
βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
 
καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι 135
 
ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ
 
μιτρώσας στεφανηδόν· ἐπʼ ἴχνεσι δʼ ἴχνος ἀμείβων
 
ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,
 
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·
 
καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ, 140
 
καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,
 
βότρυος ὀρχηστῆρος ἐπʼ αὐχένι πῆχυν ἐρείσας·
 
καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου
 
ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων
 
ὤμῳ ἐπαΐσσοντα· μέθη δʼ ἐχόρευε καὶ αὐτή. 145
 
πῆχυν ἐπικλίνουσα καὶ υἱέι καί παρακοίτῃ.
 
μεσσατίη Σταφύλου καὶ Βότρυος· ἧ δὲ νοῆσαι
 
τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.
 
καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,
 
χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων 150
 
οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·
 
καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν
 
ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.
 
καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων
 
ἑσπερίην χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη 155
 
ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ
 
ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,
 
δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,
 
βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme