Book 18
Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.
80
κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων
χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης
ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δέ μετάλλων
φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·
καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ
85
λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.
τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·
καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς
χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ
πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·
90
καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ
ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.
ἀμφιπόλους δʼ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,
ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων
δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.
95
καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ
δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ
εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι
καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·
καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,
100
εὐόδμου δέ πόληος ἀνεκνίσσωσαν ἀγυιάς·
ἀμφιλαφεῖς δʼ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.
κύμβαλα δʼ ἐπλατάγησε, παρʼ εὐκελάδῳ δὲ τραπέζῃ
Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ
συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης
105
διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,
καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ὲν δʼ ἄπα μέσσῳ
οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν
ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,
ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,
110
χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας
μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ
ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι, πέμπων
πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
115
λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου
αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,
δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι
γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,