Book 18
εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
40
δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων
45
ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου
ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,
50
πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·
καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,
ἀμφιπερισκαίροντες ὀρίδρομον ἄρμα Λυαίου·
πολλὴ δʼ ἔνθα καἰ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη
δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καἰ πτύχα πέτρης
55
στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,
καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,
μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,
οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης
ποσσὶν ἐυκνήμισιν ἐπωρχήσατο κονίῃ,
60
ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.
ἀλλʼ ὅτε νισσομένοισι φάνη βασιλήιος αὐλὴ
τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,
εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐάσας
εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,
65
ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ
ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.
ὄφρα μέν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,
τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ
κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,
70
τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,
σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης·
τοῖχοι δʼ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,
καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ
λύχνις ἔην, λύχνοιο φερώνυμος· εἶχε καἰ αὐτὴν
75
οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ
οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ·
αὐγὴν δʼ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,
καἰ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·