Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 17

 
Αρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου
 
δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ
 
φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης
 
ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
 
Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ 325
 
στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ
 
ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.
 
ἄλλων δʼ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ
 
σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
 
μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δέ Βάκχαι 330
 
ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
 
καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· έν δὲ κυδοιμῷ
 
βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
 
τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις
 
πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι δὲ 335
 
δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
 
ἐξείης δʼ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις
 
Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
 
τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
 
Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις 340
 
πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,
 
μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.
 
καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,
 
Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
 
τύμπανα δʼ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί· 345
 
κύμβαλα δʼ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ
 
Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δʼ ἐνὶ δέρματι νεβρῶν
 
ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·
 
χαλκοβαρὴς δʼ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.
 
καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα Βάλλων 350
 
εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος
 
χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.
 
ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ
 
νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
 
Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας, 355
 
ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.
 
τόφρα δʼ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
 
Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.
 
τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.
 
τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme