Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 17

 
καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·
 
ἄλλου δʼ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,
 
χερσὶν ὁμοπλεκέεσσιν ἐπʼ αὐχένι δεσμὸν ἑλίξας,
 
δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,
 
δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος· 165
 
ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων
 
μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου. After 167 Marcellus would insert xxi. 118-119
 
καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης
 
μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·
 
δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ· 170
 
Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·
 
μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,
 
μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,
 
Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
 
μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ. 175
 
δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ
 
ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;
 
εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,
 
οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.
 
μαρνάσθω πετάλοισιν, ἐγὼ δʼ αἴθωνι σιδήρῳ. 180
 
χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις
 
Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν
 
σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
 
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·
 
οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας 185
 
Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.
 
ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,
 
ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ
 
κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
 
σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω 190
 
ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.
 
ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,
 
Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη
 
τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
 
οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων· 195
 
φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν
 
Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ
 
γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος
 
ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,
 
καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme