Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 17

 
τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου
 
δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες
 
βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων
 
ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
 
οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου 125
 
ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,
 
χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ
 
μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,
 
χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
 
ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην 130
 
κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου
 
ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.
 
ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,
 
καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
 
ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης. 135
 
ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
 
τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
 
εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
 
ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
 
ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης 140
 
ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
 
ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
 
Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.
 
καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
 
Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν 145
 
μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
 
δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
 
σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
 
ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
 
ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην 150
 
μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
 
δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
 
κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
 
ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
 
ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος, 155
 
δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,
 
τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,
 
τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ
 
καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.
 
λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme