Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 17

 
ὥς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης
 
μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·
 
καί μιν ἅναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς
 
κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
 
γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου, 85
 
βότρυος οἰνοτόκοιο νέους ὅρπηκας ἀέξειν.
 
Καλλείψας δὲ νομῆα κ ὶ ἀγριάδος ῥάχιν ὕλης
 
εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·
 
καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
 
ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις. 90
 
διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,
 
Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,
 
πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,
 
λαὸν ἀολλίζων· βριαροὺς δʼ ἐμέθυσσε μαχητάς,
 
θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων 95
 
Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.
 
τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν·
 
Ἀστράεις δʼ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ
 
Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·
 
γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος, 100
 
κλῦθι, καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω
 
νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.
 
Ἰνδοῖς καὶ Σατύροισιν ἕην μόθος· ἔβρεμε δοχμὴ
 
Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
 
ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων 105
 
Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·
 
ἵστατο δʼ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης
 
χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδʼ ἐπὶ νευρῇ
 
εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
 
ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ 110
 
φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο
 
εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην
 
ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ
 
καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,
 
ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην· 115
 
καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ
 
ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις·
 
ἄλλοι δʼ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις
 
νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,
 
Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ. 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme