Book 17
Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
40
γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα
αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
45
καὶ μίαν εἰροπόκων ὀίω ἀνελύσατο μάνδρης,
ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ·
ἀλλὰ θεὸς κατέρυκε· γέρων δʼ ἐπεπείθετο Βάκχου
νεύμασιν ἀτρέπτοισιν,ὄιν δʼ ἄψαυστον ἐάσας
ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
50
τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
ὥπλισεν Ἡρακλῆι· χύδην δʼ ἐπέβαλλε τραπέζῃ
εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
55
Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
ἰκμαλέον, τροχόεντα· θεὸς δʼ ἐγέλασσε δοκεύων
ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
60
δαρδάπτων ἀκόρητος· ἀεὶ δʼ ἐμνώετο κείνης
εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
65
ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
ἀλλʼ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
70
ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·
δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
75
νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
Ζῆνα μέγαν κατʼ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.
80