Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 17

 
αἷμα περιθλίβων· κινυρὴν δʼ ἰήσατο Βάκχην
 
συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
 
ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.
 
ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
 
εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων 365
 
αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·
 
ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας
 
ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,
 
ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
 
καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης 370
 
δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,
 
χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα βάκχου·
 
ἄλλους δʼ οὐταμένους ἰήσατο φοιβάδι φωνῇ,
 
φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
 
πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.
 
ὥς ὁ μέν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ 375
 
ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.
 
καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
 
Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου
 
δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης 380
 
ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
 
ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
 
καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
 
Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
 
καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν, 385
 
ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
 
Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
 
καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
 
χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δʼ ἅμα λαῷ
 
κυανέων πόμπευεν ἐρύκων Ludwich later retracted τηλόθεν Ἰνδῶν, 390
 
κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
 
Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
 
ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·
 
καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
 
ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων· 395
 
καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
 
ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme