Book 16
πλεκτόν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.
280
καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς
ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης
παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων
ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.
πνοιὴ δʼ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης
285
ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,
καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων
αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,
Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων
αὐλὸς ἐπεσμαράγησεν Ὑμὴν Υμέναιε λιγαίνων·
290
ἱμερόεις γάμος οὗτος ὀρεστιὰς ἴαχε πεύκη.
ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα νομῆος
παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·
εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·
νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·
295
λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·
κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.
παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·
παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.
οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆς·
300
οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.
ὥς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ
ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,
Ταρταρίην δʼ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,
Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.
305
καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,
ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν
μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.
καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ
θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων
310
Βακχείην ἀγόρευεν, ἰδὼν εὐπάρθενον εὐνήν·
Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς Ἀφροδίτην;
καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;
καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις
ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;
315
Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος,
ποιμενίην δʼ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ
λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;
ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.