Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 16

 
δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης 200
 
αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω
 
ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς
 
βότρυος Εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
 
τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνεις
 
σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ. 205
 
εἰ θέμις, οἰκτείρων μὲ σαόφρονι μέμφεο κούρη.
 
δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,
 
ὅττί με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει·
 
μέμφεο δʼ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ,
 
φοιταλέην δὲ δίωκε 210
 
μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·
 
μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,
 
μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.
 
παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
 
ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ· 215
 
ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω
 
ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.
 
Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ
 
σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.
 
ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην 220
 
ἵλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην
 
καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὕτος ἀλήτης
 
θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ·
 
παρθενικῇ μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·
 
225
 
εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων
 
ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.
 
ἔννεπεν ἄγχι φυτοῖο· διʼ εὐπετάλου δὲ κορύμβου
 
φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου
 
ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν· 230
 
ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι ἰοχεαίρῃ
 
ἐνθάδε θηρεύουσι, σὺ δʼ ἀγρώσσεις Ἀφροδίτῃ·
 
ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·
 
Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·
 
Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην. 235
 
σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ
 
εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·
 
οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.
 
οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme