Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 16

 
Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ. 120
 
ληιδίην δʼ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν
 
παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην
 
κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
 
νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;
 
Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὸς 125
 
δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,
 
ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,
 
ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης,
 
εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
 
Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης. 130
 
σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο
 
ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.
 
ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω
 
θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
 
Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη. 135
 
τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;
 
εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών
 
ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης
 
πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.
 
δέξο καί ἣν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου, 140
 
νεβροφόνος δὲ γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν
 
ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην
 
πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.
 
ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,
 
τοῖον ἔπος βοόων· μένε, παρθένε, Βάκχον ἀκοίτην. 145
 
ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν
 
παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·
 
ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.
 
εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,
 
καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην· 150
 
εἰμί γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει
 
ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,
 
καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.
 
δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω
 
ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην. 155
 
μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.
 
οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ
 
μυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.
 
υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme