Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 16

 
σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης. 40
 
οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ
 
δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω
 
δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,
 
Κυπριδίου καμάτοιο παρήγορα· παρθενικὴ γὰρ
 
κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη· 45
 
Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς,
 
ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ
 
ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.
 
ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·
 
εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς, 50
 
καί κεν ἐγὼ Τυρίοιο διʼ ὕδατος ὑγροπόρος βοῦς
 
ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων
 
ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δἐ
 
νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης
 
δεξιτερὴ πάνλευκος ἐμῆς δράξαιτο κεραίης. 55
 
ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω
 
κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,
 
ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω
 
αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.
 
οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ 60
 
νύμφῃ πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,
 
μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.
 
αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὑτὴ
 
παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.
 
μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων 65
 
ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,
 
αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω
 
ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·
 
ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην
 
χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην. 70
 
τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.
 
καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων
 
ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,
 
καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·
 
ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν· 75
 
μὴ σέο κάλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ
 
παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·
 
ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ
 
ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme