Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 15

 
ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ. 320
 
τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ
 
τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,
 
πρὸς Παφίης, μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ
 
σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
 
αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς· 325
 
ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,
 
τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ
 
καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.
 
κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
 
θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν· 330
 
ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ
 
δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,
 
ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν
 
δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
 
θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ· 335
 
οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,
 
γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων
 
ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.
 
εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,
 
εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ 340
 
ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.
 
ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,
 
παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·
 
πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
 
μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην 345
 
χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρά τις εἴπῃ·
 
 
αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,
 
ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·
 
ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου 350
 
πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.
 
δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν ὑψόθι τύμβου
 
ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω
 
ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,
 
εἰαρινὴν δὲ φύτευε μινυνθαδίην ἀνεμώνην 355
 
πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.
 
εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,
 
βαιὸν ἐμοῖ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις
 
ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme