Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 15

 
Βάκχος ἄναξ ἀγόρευε, χέων σημάντορα φωνήν· 120
 
Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
 
νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
 
πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι·
 
καὶ βριαρῷ γόνυ δοῦλον ὑποκλίνας Διονύσῳ
 
Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδει Ῥείῃ, 125
 
σείων οἴνοπα θύρσον, ἀπορρίψας δὲ θυέλλαις
 
ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
 
καὶ κεφαλὴν στέψειεν ἐμῷ κισσώδεϊ δεσμῷ,
 
γυμνώσας πλοκαμῖδας ἀερσιλόφου τρυφαλείης,
 
καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ δούριον ἠχὼ 130
 
εὔιον ἀείσειε κορυμβοφόρῳ Διονύσῳ.
 
ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶν
 
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
 
εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
 
ἄλλος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνης 135
 
ἄνδρα βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·
 
καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
 
ἀνέρα δουρίκτητον ἀδέσμιον εἷλκεν ἐθείρης·
 
ἄλλος ὁμοπλέκτους παλάμας περί νῶτα καθάψας
 
δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ 140
 
αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
 
ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
 
ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
 
δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
 
στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων· 145
 
ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
 
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
 
καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
 
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
 
Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι. 150
 
καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
 
Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
 
Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
 
τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
 
δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου 155
 
δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
 
ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
 
θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
 
ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme