Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 15

 
οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ 40
 
νεβρίσιν ἰσοτύποισι παρεπλάγχθησαν ὀπωπαί·
 
καὶ φονίαις λιβάδεσσιν ὅλον θώρηκα μιαίνων
 
Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.
 
καί τις ὁμοκλήσας ἐκορύσσετο γείτονι δένδρῳ
 
μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων 45
 
σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην
 
ἁβροκόμων ὄρπηκας ἀπηλοίησε κορύμβων,
 
φύλλα διασχίζων λασίης δρυός, οἷα μαχαίρῃ
 
πλοχμὸν ἀκερσικόμοιο διατμήγων Διονύσου,
 
μαρνάμενος πετάλοισι καὶ οὐ Σατύροισιν ἐρίζων, 50
 
τερπωλὴν ἀνόνητον ἔχων σκιοειδέι νίκῃ.
 
μαίνετο δʼ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης
 
ὃς μὲν ἑλὼν βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι
 
τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
 
δίζυγον ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ· 55
 
ὃς δὲ πολυτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
 
ἄστατος εἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·
 
καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας
 
δίθροον ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·
 
γηραλέου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ 60
 
γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης
 
ὄμβρῳ ἐερσήεντι διάβροχον, οἷα πιέζων
 
οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.
 
ἄλλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
 
ἄσχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ 65
 
ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,
 
ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·
 
καὶ παλάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς
 
ἀσπίδες ἐκρούοντο κυβιστητῆρι σιδήρῳ·
 
ἄλλος ὀπιπεύων θιασώδεος ὄργια Μούσης 70
 
μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·
 
καί τις ἀρασσομένης ἀίων κελάδημα βοείης
 
μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ
 
ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
 
λύσσαν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος Ἰνδῶν 75
 
ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχην,
 
παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,
 
σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ
 
χερσὶν ἐρωμανέεσσιν ἀπεσφρηγίσσατο μίτρην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme