Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
Ῥείη χωομένη δύναται πλέον ἰοχεαίρης· 280
 
Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ
 
Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβει.
 
τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.
 
καὶ θεὸς ἀμπελόεις φρυγίης μετὰ πέζαν ἐρίπνης
 
Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται 285
 
πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,
 
καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,
 
αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,
 
εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην·
 
Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι 290
 
εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ
 
πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων
 
οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ
 
νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
 
εἰς ἐνοπὴν δʼ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων 295
 
ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
 
καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην
 
κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.
 
τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας Ἐνυοῦς
 
ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν· 300
 
καί σφισι νισσομένοισι συνέστιχεν αἰγίβοτος Πάν,
 
στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.
 
Ἥρη δʼ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,
 
οὐλοκόμῳ Μελανῆι μὴ οἴνοπα θύρσον ἀείρειν
 
Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν, 305
 
μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,
 
ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ·
 
καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν·
 
Ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
 
Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ, 310
 
χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου·
 
ἔγχεϊ δʼ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,
 
Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ
 
οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.
 
ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων, 315
 
μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.
 
καὶ βρομίου κήρυκες ἀπήλυθον· ἀγχιφανὴς δὲ
 
Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,
 
μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme