Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
 
λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου, 240
 
χρύσεον εὐποίητον, ἀπʼ οἰνοχύτου δὲ κεραίης
 
ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·
 
χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
 
δεξιτερῇ κούφιζεν, ἐπʼ ἀκροτάτῳ δὲ κορύμβῳ
 
χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή. 245
 
ἀλλʼ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς
 
χρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,
 
εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
 
Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δʼ ἅμα Βάκχαις 250
 
δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·
 
οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
 
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου·
 
πολλαὶ δʼ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
 
νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας· 255
 
καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
 
ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·
 
ἄλλοι δʼ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
 
ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης·
 
καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης 260
 
αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
 
κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
 
χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ.
 
καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
 
εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας 265
 
Ludwich marks a lacuna: Lobeck supplies καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου
 
ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,
 
ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.
 
καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
 
Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης, 270
 
λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην·
 
καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ
 
δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν·
 
Μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
 
παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας Ἐνυὼ 275
 
λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,
 
μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,
 
μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην
 
γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme