Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις 120
 
πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ
 
μοῦνον ἀπειλητῆρες ἀεὶ φεύγοντες Ἐνυώ,
 
νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,
 
ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
 
οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν· 125
 
τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης
 
παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος,
 
κοσμῆσαι δὲ φάλαγγα· κορυσσομένου δὲ Λυαίου
 
οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο Βοείαις,
 
οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων, 130
 
ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,
 
οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,
 
οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων
 
ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα·
 
τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ 135
 
ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,
 
ψεδνὴ δʼ ὀκριόεντι καρήατι φύετο χαίτη
 
ἀκροφανὴς σκολιοῖσιν ἐπʼ ὄμμασιν, οὔατα δʼ ἄμφω
 
νισσομένων πτερόεντες ἀνερρίπιζον ἀῆται
 
ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις 140
 
ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου
 
ὄρθιος ἀμφιέλικτος ἀπʼ ἰξύος ἔρρεεν οὐρή.
 
Ἀλλοφυὴς δʼ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,
 
Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη
 
ἀνδροφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ 145
 
Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,
 
ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,
 
καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,
 
Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,
 
παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου, 150
 
οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ
 
πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,
 
αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,
 
εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
 
πῇ μὲ ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης 155
 
κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ
 
ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων
 
ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν·
 
πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme