Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς· 80
 
καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·
 
Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ
 
Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ
 
γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
 
οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης· 85
 
καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.
 
τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς
 
κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·
 
τὸν μὲν ὀρεστιάδος Σώσης μετανεύμενος εὐνὴν
 
μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς, 90
 
Ἀγρέα θηροφόνῳ μελέτῃ πεπυκασμένον ἄγρης·
 
τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης
 
δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,
 
ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
 
ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην. 95
 
καὶ παλάμην νάρθηκι γέρων Σειληνὸς ἐρείσας
 
δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
 
τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ
 
Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,
 
χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος 100
 
γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων
 
νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,
 
ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ
 
πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.
 
καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες 105
 
Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,
 
καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ·
 
ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ
 
πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,
 
καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην 110
 
Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,
 
σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,
 
καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς
 
ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,
 
τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης, 115
 
ῥίζα γονῆς Ἕλληνος, ἀπʼ ἀρχεγόνοιο δὲ Δώρου
 
Δωρίδος ἐβλάστησεν Ἀχαικὸν αἷμα γενέθλης·
 
τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης
 
οὐρανίου κήρυκος ἀεξινόοιο τοκῆος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme