Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης, 40
 
Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,
 
δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ
 
πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης
 
Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,
 
υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης 45
 
χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ
 
ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,
 
ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.
 
τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη·
 
ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων 50
 
ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.
 
Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ
 
χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι
 
ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
 
καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ, 55
 
καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
 
καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος
 
πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,
 
Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς
 
Ἄργης τε Τράχιός τε καὶ αὐχήεις Ἁλιμήδης. 60
 
ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος Ἐνυοῦς
 
ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,
 
ὅττί μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν
 
ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
 
ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ, 65
 
νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.
 
καὶ σκοπέλων ναετῆρες ἀπʼ αὐτορόφοιο μελάθρου,
 
οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,
 
Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
 
ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή· 70
 
καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου
 
δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ
 
Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.
 
τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,
 
τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγικόρῳ δὲ 75
 
ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ
 
αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·
 
ἄλλος δʼ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν
 
ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme