Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 14

 
Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, 400
 
καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
 
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
 
καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
 
σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
 
Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ 405
 
βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
 
ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
 
καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳ
 
ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
 
αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν. 410
 
Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
 
καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
 
χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
 
καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
 
καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων 415
 
ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
 
ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
 
τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
 
Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν
 
ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ, 420
 
οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις
 
βουβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
 
ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
 
ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,
 
βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ 425
 
λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
 
καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
 
τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
 
καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
 
ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα 430
 
Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,
 
ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
 
Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
 
δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
 
ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γὰρ 435
 
κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
 
νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme