Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς, 320
 
οἵ τε δόμους ἐδάσαντο παρʼ ὀφρυόεντι Πελώρῳ,
 
καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,
 
καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει
 
στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,
 
πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου 325
 
ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,
 
θερμὸν ἔχων ψυχροῖο διʼ ὕδατος ἁπτόμενον πῦρ.
 
τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσας
 
Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,
 
τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη, 330
 
σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ
 
ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.
 
καὶ Λίβυες στρατόωντο παρʼ Ἑσπέριον κλίμα γαίης
 
ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·
 
κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις 335
 
εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην
 
σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν
 
γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,
 
ἣν Χάριν ἀντονόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ
 
Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη χάρις ἄλλη, 340
 
τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ
 
ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ
 
φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης,
 
λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων
 
χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης 345
 
Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,
 
ἑσπερίων δʼ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων
 
σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·
 
κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ
 
Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης, 350
 
νύμφαι δʼ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου
 
Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,
 
χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,
 
νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων
 
Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ 355
 
βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις
 
ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη
 
χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·
 
καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme