Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ, 240
 
νίκης ἐσσομένης πρωτάγγελος· ἀλλʼ ἐνὶ χάρμῃ
 
νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης
 
νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν
 
πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,
 
ἀλλά βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης 245
 
Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,
 
καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσας
 
ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων,
 
Ἀστερίους δʼ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα Κόλχοις
 
Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ 250
 
πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσας
 
αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.
 
μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,
 
ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
 
ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων 255
 
αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ
 
ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·
 
ἀμφοτέροις δʼ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου·
 
ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων
 
ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης, 260
 
ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης
 
δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·
 
καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐ δὲ τετάρτου
 
κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,
 
καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου 265
 
ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης
 
εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·
 
καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπʼ ἄλλῳ
 
ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
 
εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου· 270
 
Ζεὺς δὲ μελιρραθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης,
 
δαιδαλέην δʼ ὠδῖνα φιλοσμήνου τοκετοῖο,
 
δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ
 
ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
 
ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν, 275
 
ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγος ἥβης,
 
ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·
 
οὐ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,
 
οὔ πω δʼ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme