Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ. 200
 
πατρίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις
 
ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,
 
αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·
 
ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δʼ ἄλλων
 
χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ· 205
 
Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,
 
οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,
 
ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν
 
ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
 
φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς, 210
 
καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ
 
ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἑσμὸς ἀρούρης
 
εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·
 
τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
 
Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης, 215
 
φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,
 
καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη
 
οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,
 
δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα
 
Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι. 220
 
καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.
 
Κρήτης δʼ ἡγεμόνευε πολυγλώσσων ναετήρων
 
Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
 
ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
 
λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης 225
 
Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·
 
ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
 
ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
 
πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
 
Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ 230
 
πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
 
οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δʼ ἀπὸ Λύκτου
 
Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ
 
ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
 
καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου 235
 
καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
 
καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
 
τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ
 
θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme