Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου 160
 
ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τʼ ἔχον ἀκτήν,
 
ἀκτὴν κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,
 
καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην
 
Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·
 
τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη 165
 
Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.
 
ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλʼ ἕνα πάντες
 
θυμὸν ἔχον κατʼ Ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ
 
Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
 
δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις. 170
 
Κεκροπίδας δʼ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς—
 
χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,
 
τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος
 
παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
 
παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ 175
 
παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ
 
Ἡφαιστηιάδην, ὅτε δύσγαμος ἀμφιγυήεις
 
ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,
 
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·
 
τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς, 180
 
Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα—,
 
οἳ λάχον Οἰνώης γόνιμον πέδον, οἵ τε καρήνων
 
γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους
 
καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,
 
οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης, 185
 
ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,
 
καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,
 
οἵ τʼ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,
 
μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
 
Τριπτολέμου γεγαῶτες ἀφʼ αἵματος, ὅς ποτε Δηοῦς 190
 
δίφρον ἐχιδνήεντα διʼ ἠέρος ἡνιοχεύων
 
στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·
 
καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων
 
παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·
 
καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ 195
 
σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων
 
εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,
 
ἐσσυμένων δʼ ἐς Ἄρηα λιμὴν ἤχησε Φαληρεύς·
 
καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme