Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου· 40
 
Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης
 
πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
 
ἀλλά πολυσπερέων προμάχων ἡρωίδα φύτλην
 
καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,
 
Σειληνῶν τε φάλαγγα δασυκνήμοιο γεραιοῦ 45
 
καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι·
 
οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω
 
οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,
 
ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνων
 
ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω 50
 
εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται
 
πλαγκτοσύνης καλέουσιν ἀρηγόνα κυανοχαίτην.
 
πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,
 
Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
 
πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας· 55
 
Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον οἳ χθόνα Θήβης
 
ᾤκεον εὐπύργοιο καὶ ἔνδιον ἐννοσιγαίου
 
Ὀγχηστόν, Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρύθρας,
 
Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,
 
οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας 60
 
Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
 
ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
 
καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
 
κώπας τʼ, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
 
ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην, 65
 
καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
 
σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
 
καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
 
ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
 
Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς 70
 
ὑδρηλήν θʼ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
 
χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
 
οἵ τʼ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
 
Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
 
ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην, 75
 
πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
 
γραίης θʼ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
 
Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
 
καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme