Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη, 560
 
καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.
 
τῷ δʼ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,
 
οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ
 
εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,
 
Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων. 565
 
Τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ
 
λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαί,
 
Μυγδονίης δὲ πόληος ἐκυκλώθησαν ἀγυιαί.
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme