Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ, 480
 
μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,
 
γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,
 
ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,
 
τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·
 
στῆθι, τάλαν· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ 485
 
ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ
 
ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,
 
γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·
 
οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
 
αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην 490
 
γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
 
ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
 
καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
 
ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
 
καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ 495
 
ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,
 
οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.
 
ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
 
τοὺς δὲ λίγα κροτέοντας ὑπʼ εὐρύθμῳ χθόνα ταρσῷ
 
καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν· 500
 
καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων
 
τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει
 
εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·
 
τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην
 
Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ, 505
 
ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
 
καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
 
καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,
 
καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
 
χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι. 510
 
καὶ Φρύγες ἐστρατόωντο παρʼ ἐγρεμόθων στίχα Λυδῶν,
 
οἵ τʼ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
 
δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
 
οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
 
Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ, 515
 
καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
 
χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
 
τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
 
γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme