Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 13

 
Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση 440
 
καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου
 
ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,
 
ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην—,
 
οἵ τʼ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ
 
καὶ Τάμασον καὶ Τέμβρον Ἐρυθραίην τε πολίχνην 445
 
καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·
 
ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,
 
ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος,
 
ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ
 
κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις. 450
 
οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πέτρην
 
ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης
 
αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας
 
ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,
 
οἵ τʼ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης, 455
 
καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,
 
ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,
 
ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,
 
Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα
 
Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης, 460
 
καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, ᾧ ποτε Τεῦκρος,
 
καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,
 
ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.
 
Λυδῶν δʼ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τʼ ἔχον ἄμφω,
 
Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην, 465
 
οἵ τε Τορήβιον εὐρύ, καὶ οἵ πλούτοιο τιθήνας
 
Σάρδιας; εὐώδινας, ὁμήλικας ἠριγενείης,
 
καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ
 
ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου
 
Ῥείῃ πρῶτα κέρασσε, πόλιν δʼ ὀνόμηνε Κεράσσας, 470
 
καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου
 
ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν
 
ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·
 
καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς
 
θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ 475
 
ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ
 
αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,
 
γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·
 
ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme