Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 12

 
ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων, 280
 
οἷα σέθεν κνώσσοντος, ἐπαιθύσσουσι προσώπῳ
 
αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται,
 
λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει,
 
ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.
 
εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν, 285
 
σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη
 
δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,
 
ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης
 
θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.
 
ἔννεπε κυδιόων, προτέρας δʼ ἔρριψε μερίμνας 290
 
φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.
 
καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,
 
πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ
 
ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ
 
οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ 295
 
καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ
 
αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης·
 
οὔ πω δʼ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλʼ ἐνὶ λόχμαις
 
ἀγριὰς ἡβώουσα πολυγνάμπτοισι σελίνοις
 
οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη, 300
 
ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης·
 
καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,
 
σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης·
 
ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων,
 
αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ 305
 
ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,
 
καἰ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων
 
ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ
 
περκάζων ὅλον ἄνθος, ἀπʼ οἰνοτόκων δὲ πετήλων
 
σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην· 310
 
ἄλλου δʼ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ
 
βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,
 
ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην
 
καὶ πίτυν ἀντικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης
 
συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις, 315
 
καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι
 
ἀκρεμόνας πελάσασα παρʼ ἀμπελόεντι κορύμβῳ
 
αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.
 
ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme