Book 12
ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης
240
σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἕν ποτὸν ἔσται
μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν
ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ
κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.
εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων
245
πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ·
αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δʼ ἐνὶ κήπῳ
στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω,
καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ
ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω.
250
εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ
σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ
βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην.
Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι
εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει,
255
ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει
ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ
ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας·
ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ
οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,
260
οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.
εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης·
σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,
ὅττι τεᾷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ
ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ
265
εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,
ἤ τεκέων φθιμένων ἤ μητέρος ἤ γενετῆρος
ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,
στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.
Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου·
270
πᾶσιν ἐμοῖς μελέεσσιν ἐγῶ σέο πῶμα κεράσσω.
ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ
εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,
ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·
ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ
275
χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,
δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,
εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ
ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ