Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 12

 
γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης. 40
 
τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη
 
ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ
 
πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου
 
εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων
 
ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων 45
 
ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,
 
σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,
 
ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ
 
Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·
 
καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην 50
 
φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.
 
ἀλλʼ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην
 
καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν Ἐνυὼ
 
ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
 
γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη, 55
 
πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω
 
δενδρείην γονόεσσαν ἀναπτύξασα λοχείην
 
ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,
 
καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς
 
ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ, 60
 
πῶς Νότος ἐκ Βορέαο, καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων
 
λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,
 
εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.
 
καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ
 
μυστιπόλος Λυκάβαντος, ἕλιξ στηρίζετο κούρη, 65
 
μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,
 
γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,
 
ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,
 
τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·
 
Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει 70
 
φαιδρὸν ἔχων
 
Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων
 
υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι
 
ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην
 
ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος φιλομήλη 75
 
ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,
 
μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,
 
δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·
 
καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme