Book 12
δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
ὣς αἱ μὲν δυτικοῖο παρʼ ὀφρύσιν Ὠκεανοῖο
ἠελίου γονόεντος ἐναυτίλλοντο μελάθροις.
τῇσι δὲ νισσομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ
θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ
ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.
5
αἱ δὲ φερεζώοιο παρʼ ὄμμασιν Ἡνιοχῆος
κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας
ἠερόθεν νόστησε· πυριγλήνου δʼ ἐλατῆρος
φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου
θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
10
γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας
μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων·
πῶλοι δʼ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας
μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.
θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου
15
ἱπτάμεναι στεφανηδὸν ἀτειρέος Ἡνιοχῆος
τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,
δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,
μυστιπόλοι Λυκάβαντος ἀμοιβάδες· ὠγυγίῳ γὰρ
αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου.
20
καὶ οἱ ἀνηΰτησεν ἔπος σταφυληκόμος Ὥρη
μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην·
Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν,
οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;
καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών;
25
ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη
πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην,
οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.
ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης
ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ
30
δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ
κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται
εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ
πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,
καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ.
35
καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων·
Κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη,
γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ,
τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων