Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 11

 
320
 
 
 
 
 
ὤμοι, ὅτʼ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην 325
 
σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδʼ ἐνὶ Λήθῃ
 
ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω.
 
εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων
 
οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
 
εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων. 330
 
ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;
 
εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
 
κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δʼ ἐνὶ λόχμῃ
 
ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.
 
εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ, 335
 
φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.
 
εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,
 
πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων
 
Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,
 
εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες· 340
 
πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,
 
οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·
 
ἄλλοι θῆρες ἔασιν, ὅλης δʼ ἐπιήρανος ἄγρης
 
Αρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
 
νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν· 345
 
εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας
 
πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω
 
κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ·
 
εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ
 
ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην. 350
 
ὣς ὁ μὲν ἐστενάχιζεν. ἔρως δέ οἱ ἐγγύθεν ἔστη
 
Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,
 
θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας
 
γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
 
καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν· 355
 
Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων
 
εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,
 
λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ
 
φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme