Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 11

 
μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην· 200
 
μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
 
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
 
οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
 
ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
 
εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις, 205
 
ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·
 
ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,
 
πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
 
εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις
 
εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ, 210
 
γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·
 
ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
 
ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.
 
τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
 
δύσμορος· ἀίσσων δὲ ποδῶν διδυμάονι χηλῇ 215
 
οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
 
ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·
 
ἤριπε δʼ αὐτοκύλιστος· ἐπʼ ἀστραγάλου δὲ πεσόντος
 
λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·
 
καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας 220
 
θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.
 
καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
 
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
 
καί τις, ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
 
ἄμπελον ἱμερόεντα, δυσάγγελος ἤλυθε Βάκχῳ. 225
 
καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·
 
οὐ τόσον Ἡρακλέης δρόμον ἤνυσεν, ὁππότε Νύμφαι
 
ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
 
νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
 
ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ 230
 
κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.
 
καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
 
νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
 
καί, νέκυός περ ἐόντος, ἐδήσατο ταρσὰ κοθόρνοις·
 
καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις, 235
 
οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
 
ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·
 
καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
 
πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme