Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 11

 
μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου. 80
 
ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ
 
οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παῖζεν. Suggested by E. H. Warmington for
 
ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
 
ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
 
ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων 85
 
ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
 
καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
 
σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
 
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
 
ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης· 90
 
σπονδῆς δʼ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
 
λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
 
οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
 
Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ.
 
ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην 95
 
πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
 
διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
 
ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
 
ἔμπης δʼ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ
 
εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης. 100
 
καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ
 
οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
 
πολλάκι καὶ βρομίοιο παρεζομένοιο τραπέζῃ
 
ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
 
καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου 105
 
καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
 
Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
 
χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
 
εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
 
ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ· 110
 
ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
 
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
 
καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
 
οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
 
ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ 115
 
Αμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
 
μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·
 
Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·
 
ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme