Book 11
ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
λῦτο δʼ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
5
ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
νηχομένῳ δʼ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
10
ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονόσου,
καὶ Σατύρους παίζοντας ἔτι σκαρθμοῖσιν ἐάσας
εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα·
ἐν χθονὶ νικήσαις καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
15
διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·
καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
20
κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·
Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ
25
ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ
σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω
μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·
αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,
Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρά κεν ἄμφω
καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
ἀλλʼ ἐπεὶ Ἑσπερίου ποταμοῦ μάλα τηλόθι ναίω,
35
ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων
Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ὄφρά σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,
Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.