Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 10

 
Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ, 280
 
μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·
 
καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω
 
αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι
 
ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω
 
νέκταρος, ἀμβροσίης δʼ οὐ δεύομαι· οὐκ ἀλεγίζω, 285
 
ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.
 
ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων
 
κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,
 
θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
 
Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ, 290
 
ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·
 
Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·
 
νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,
 
ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ
 
εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν, 295
 
καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,
 
καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·
 
σεῖο δʼ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,
 
οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δʼ ἐθελήσῃς,
 
Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ, 300
 
Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
 
δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
 
καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·
 
μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·
 
καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν, 305
 
μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
 
ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
 
κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
 
εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·
 
αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης 310
 
φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
 
τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
 
αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
 
Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
 
Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων, 315
 
ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
 
ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·
 
Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
 
ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme