Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 10

 
κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ 160
 
ὑψόθεν εἰς βαθὺ λαῖτμα, καὶ ἰλύος ἥπτετο χαίτη,
 
καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πλῷ
 
ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο·
 
καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων
 
ἄβροχον ὦμον ἔλειπε διʼ ὕδατος, ἰσχία βάπτων 165
 
ἀγχιβαθὴς ἀτίνακτος· ὁ δʼ οὔατα γυμνὰ τιταίνων
 
χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,
 
καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.
 
καὶ θεὸς ὀρθώσας κεφαλήν καὶ στέρνα πετάσσας,
 
χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην· 170
 
καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,
 
καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι
 
Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ
 
ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.
 
καί ποτε θηρεύων ὑπὸ φωλάδα δάσκιον ὕλην 175
 
ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.
 
ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων
 
ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων·
 
οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου
 
ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς, 180
 
ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης
 
βότρυες εἱλικόεντες ἐπʼ ἀργυφέων θέον ὤμων
 
ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ
 
ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων
 
ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν 185
 
καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει
 
μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη·
 
καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή·
 
ἐκ μελέων δʼ ὅλον εἶαρ ἐφαίνετο· νισσομένου δὲ
 
ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών· 190
 
εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ
 
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.
 
τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων,
 
εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν
 
ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν· 195
 
Τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;
 
τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλός Ἀπόλλων;
 
εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις
 
ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme