Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 10

 
ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης 80
 
ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ
 
ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
 
παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,
 
μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·
 
Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου· 85
 
ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·
 
ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ
 
μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ
 
σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.
 
τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις; 90
 
ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;
 
τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;
 
τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;
 
ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,
 
λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ. 95
 
οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,
 
οἶδα, πόθεν· νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,
 
ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.
 
ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων
 
ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα 100
 
Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς
 
χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι
 
υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·
 
αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ
 
ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ. 105
 
δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου
 
νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω
 
αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.
 
σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς
 
παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης. 110
 
δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,
 
χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·
 
δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.
 
ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν
 
ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων, 115
 
ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·
 
μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην
 
ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη
 
μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme