Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 10

 
ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν. 40
 
καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ
 
παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς
 
Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς
 
φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.
 
ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ 45
 
νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη
 
καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ
 
διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης
 
εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·
 
ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης 50
 
εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,
 
υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ
 
τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,
 
ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
 
θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων 55
 
ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.
 
χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων
 
παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·
 
καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ
 
φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου 60
 
αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,
 
ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,
 
παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,
 
μητέρα μαστεύων, στροφάδας δʼ ἐλέλιζεν ὀπωπάς.
 
οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ 65
 
ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ
 
κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ
 
νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,
 
στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
 
εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ, 70
 
φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.
 
Παππάζων δʼ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ
 
ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ
 
ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
 
ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ· 75
 
καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην
 
Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου
 
αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων
 
ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme