Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 10

 
γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ 360
 
ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας
 
νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ
 
φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ
 
χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·
 
πλευρὰ δὲ δοχμώσας, πελάσας δʼ ἀγκῶνα κονίῃ, 365
 
ἡβητὴρ πολύιδρις ἐπʼ ἀντιπάλου θόρε νώτου
 
λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας
 
ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,
 
γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
 
πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας 370
 
ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ
 
ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.
 
ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,
 
Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
 
νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς 375
 
Ζεὺς μέγας αὐτοκύλιστος ἐπʼ Ἀλφειοῖο παλαίων
 
ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.
 
τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ
 
δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.
 
καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ 380
 
καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ
 
ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.
 
οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην
 
σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
 
ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα. 385
 
καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος
 
πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,
 
κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·
 
νίκης δʼ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
 
σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη 390
 
χαλκοβαρὴς· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων
 
ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.
 
καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων
 
δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
 
ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης, 395
 
στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ
 
πῆξε τύπον βαλβῖδος ἐπʼ ᾐόνι θύρσον ἀείρας·
 
καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.
 
ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme