Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 1

 
καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή. 280
 
οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
 
οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
 
ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.
 
πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
 
ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ 285
 
ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.
 
καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
 
χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ
 
νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
 
ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας· 290
 
μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
 
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ
 
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.
 
καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
 
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ· 295
 
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
 
χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
 
βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.
 
ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
 
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς 300
 
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
 
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
 
ἀστεροπὴ δʼ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
 
μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
 
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος, 305
 
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
 
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
 
ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
 
οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
 
ὡς δʼ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ 310
 
ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
 
πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
 
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
 
οἰστρηθεὶς δʼ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
 
στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν, 315
 
προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,
 
καὶ λόφον ᾐώρησεν, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
 
ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
 
ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme